Η συνταγή παλιά, απλή, ιδιαίτερη αλλά και αποτελεσματική. Όταν εφαρμοστεί. Δυστυχώς πολλοί την αντέγραψαν, ελάχιστοι την εφαρμόζουν.
Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τό πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, τῇ σπουδῇ μή ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τήν φιλοξενίαν διώκοντες.
εὐλογεῖτε τους διώκοντας ὑμᾶς, εὐλογεῖτε και μή καταρᾶσθε. χαίρειν μετά χαιρόντων καί κλαίειν μετά κλαιόντων. τό αὐτό εἰς ἀλλήλους φρονοῦντες. μή τά ὑψηλά φρονοῦντες, ἀλλά τοῖς ταπεινοῖς συναπαγόμενοι. μή γίνεσθε φρόνιμοι παρ᾿ ἑαυτοῖς.
μηδενί κακόν ἀντὶ κακοῦ ἀποδιδόντες. προνοούμενοι καλά ἐνώπιον πάντων ἀνθρώπων· εἰ δυνατόν, τό ἐξ ὑμῶν μετά πάντων ἀνθρώπων εἰρηνεύοντες. μή ἑαυτούς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλά δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· ἐμοί ἐκδίκησις, ἐγώ ἀνταποδώσω, λέγει Κύριος.
ἐάν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐάν διψᾷ, πότιζε αὐτόν· τοῦτο γάρ ποιῶν ἄνθρακας πυρός σωρεύσεις ἐπί τήν κεφαλήν αὐτοῦ. μή νικῶ ὑπό τοῦ κακοῦ, ἀλλά νίκα ἐν τῷ ἀγαθῷ τό κακόν.

Απ. Παύλος . Προς Ρωμαίους επιστολή . Κεφ. 12, στιχ. 9-21